Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.149.4 | Hdt. 2.150.4 (English) | >>Hdt. 2.151.3 |
2.150.2 ἐπείτε δὲ τοῦ ὀρύγματος τούτου οὐκ ὥρων τὸν χοῦν οὐδαμοῦ ἐόντα , ἐπιμελὲς γὰρ δή μοι ἦν , εἰρόμην τοὺς ἄγχιστα οἰκέοντας τῆς λίμνης ὅκου εἴη ὁ χοῦς ὁ ἐξορυχθείς . οἱ δὲ ἔφρασάν μοι ἵνα ἐξεφορήθη , καὶ εὐπετέως ἔπειθον · ᾔδεα γὰρ λόγῳ καὶ ἐν Νίνῳ τῇ Ἀσσυρίων πόλι γενόμενον ἕτερον τοιοῦτον .
2.150.3 τὰ γὰρ Σαρδαναπάλλου τοῦ Νίνου βασιλέος ἐόντα μεγάλα χρήματα καὶ φυλασσόμενα ἐν θησαυροῖσι καταγαίοισι ἐπενόησαν κλῶπες ἐκφορῆσαι . ἐκ δὴ ὦν τῶν σφετέρων οἰκίων ἀρξάμενοι οἱ κλῶπες ὑπὸ γῆν σταθμεόμενοι ἐς τὰ βασιλήια οἰκία ὤρυσσον , τὸν δὲ χοῦν τὸν ἐκφορεόμενον ἐκ τοῦ ὀρύγματος , ὅκως γένοιτο νύξ , ἐς τὸν Τίγρην ποταμὸν παραρρέοντα τὴν Νίνον ἐξεφόρεον , ἐς ὃ κατεργάσαντο ὅ τι ἐβούλοντο .
2.150.4 τοιοῦτον ἕτερον ἤκουσα καὶ κατὰ τὸ τῆς ἐν Αἰγύπτῳ λίμνης ὄρυγμα γενέσθαι , πλὴν οὐ νυκτὸς ἀλλὰ μετʼ ἡμέρην ποιεύμενον · ὀρύσσοντας γὰρ τὸν χοῦν τοὺς Αἰγυπτίους ἐς τὸν Νεῖλον φορέειν · ὁ δὲ ὑπολαμβάνων ἔμελλε διαχέειν . ἡ μέν νυν λίμνη αὕτη οὕτω λέγεται ὀρυχθῆναι ·
ch. 151
2.151.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.149.4 | Hdt. 2.150.4 (English) | >>Hdt. 2.151.3 |